The Song of the Three Holy Children chanted in octoechos by the choir of the school of Byzantine music of St. Marina church, Ano ilissia, Athens:
http://www.youtube.com/watch?v=r2W5FP5-5Aw(Mode 1st)Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον, ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode legetos)-Εὐλογεῖτε, ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode 3rd)-Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode Aghia)-Εὐλογεῖτε δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode Plagal of 1st)-Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode Nenano)-Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode Grave)-Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραὴλ τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode Plagal of 4th)-Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
(Mode 1st)-Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον.
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
-Εὐλογοῦμεν Πατέρα Υἱόν, καὶ ἅγιον Πνεῦμα τὸν Κύριον.
Τὸν Κύριον ὑμνoῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
-Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
It is Truly Meet (composed by Michael Hadziathanasiou, 1881 - 1948), chanted by the choir of the school of Byzantine music of St. Marina church, Ano ilissia, Athens (Mode 1st):
http://www.youtube.com/watch?v=p2ERWBjfiegἌξιον ἐστίν ὡς ἀληθῶς
μακαρίζειν σέ τὴν Θεοτόκον,
τὴν ἀειμακάριστον καὶ παναμώμητον
καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ
καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ
τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν,
τὴν ὄντως Θεοτόκον,
Σέ μεγαλύνομεν.